Ἦχος γ´. Θείας πίστεως.
Ἔργοις λάμψαντες ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.