Δημοσιεύσεις ετικέτας «ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ»

Η ΓΩΝΙΑ ΤΗΣ ΓΛΩΣΣΑΣ – Γεωργίου Ἰ. Βιλλιώτη: ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή, τὴν σὴν αἰσθομένη Θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν, ὀδυρομένη μύρα σοι πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει. Οἴμοι! λέγουσα, ὅτι νὺξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας, ζοφώδης τε καὶ ἀσέληνος, ἔρως τῆς ἁμαρτίας.