“ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ” (ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΟΡΘΡΟΥ ΤΟΥ ΠΑΣΧΑ) ΒΑΤΟΠΑΙΔΙΝΟΣ ΧΟΡΟΣ

Ἦχος πλ. α’

Δόξα… Καὶ νῦν…

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.