ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΝΕΟΜΑΡΤΥΡΑΣ ΚΑΙ ΑΓΙΑ ΕΥΦΗΜΙΑ Η ΠΑΝΕΥΦΗΜΟΣ

 

Αἱ εὐλογημέναι συντεχνίαι αἱ τιμῶσαι τὸν ἐκ Νεοχωρίου  ἅγιον Νεομάρτυρα Θεόδωρον τὸν  Βυζάντιον καὶ Εὐφημίαν τὴν  πανεύφημον τὴν ἐν Χαλκηδόνι μαρτυρήσασαν.

 

 

 

Ἀρχιμανδρίτης Δοσίθεος

 

 

 

 Ἡ συνεργασία ἀνθρώπων ἰδίου  ἐπαγγέλματος διὰ  λόγους προασπίσεως τοῦ χώρου, ἐκμαθήσεως τέχνης καὶ προσφορᾶς εὐεργετημάτων διά τε τὰ μέλη καὶ τὰς οἰκογενείας αὐτῶν ἀλλά γε καὶ διὰ τὸν περίγυρον, εἶχε μακρὰν ἱστορίαν ἀρχομένην κυρίως ἀπὸ τῶν χρόνων τῆς Ῥωμανίας. Ἀνάπτυξιν μεγάλην ἔλαβον αἱ συντεχνίαι αὗται κατὰ τὴν ὀθωμανικὴν περίοδον. Ὡς ἐσνάφια ἢ ῥουφέτια προσέφεραν πολλὰ εἴς τε τὸ δουλεῦον Γένος καὶ τὴν Μητέρα Ἐκκλησίαν.

 

Δυστυχῶς  περιτελλομένων τῶν  ἐνιαυτῶν, τῆς  ὁμογενείας διελθούσης ὑπὸ  καυδιανὰ δίκρανα  καὶ  τῆς  ἐχθρότητος τῶν  κρατούντων συνεχῶς ἐπιδεινουμένης, αἱ συντεχνίαι ἠφανίσθησαν ὁλοτελῶς καὶ παρέμειναν θλιβερὰ ἀνάμνησις παρελθόντων μεγαλείων, ἀξίων θρήνων καὶ ἰερεμιάδων.

 

Ἰδοὺ ὅμως ἀνέθορεν ἡ  φωτοστέφανος ἡ ὼς  καὶ  ἐκ γῆς  ἀνίκμου ἐφύησαν ἄνθη, αἱ δύο  δηλονότι νέαι συντεχνίαι αἱ εἰς τιμὴν  τῶν ἁγίων Θεοδώρου καὶ Εὐφημίας.

 

Καὶ ἐάν τις ἀναρωτηθῇ  ποία ἡ τέχνη ἡ συνδέουσα τὰ μέλη αὐτῶν τῶν ἀρτιπαγῶν συντεχνιῶν, ἡ ἀπάντησις ἔσται εὐκόλως διδομένη. Ἡ τέχνη τῶν τεχνῶν· ἡ ἀγάπη πρὸς τὸν πλησίον.

 

Αὖται εὑρισκόμεναι ὑπὸ  τὴν πεπνυμένην καθοδήγησιν ὁσιωτάτων  τοῦ ἁγιωνύμου Ὄρους πατέρων  καὶ κυρίως ὑπὸ τὴν σκέπην, τὴν εὐλογίαν καὶ τὴν εὐαρέσκειαν τῆς Α. Θ. Παναγιότητος τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ.κ. Βαρθολομαίου, ὅστις πάντοτε κεφαλὴν κατανεύει εἰς τοιαύτας ἱερὰς καὶ ἀξιεπαίνους προσπαθείας, μέλλουσιν ἵνα διαδραματίσωσι ῥόλον ἐπωφελῆ διὰ τὴν προσφιλῆ εἰς πάντας ῥωμαίϊκην ὁμογένειαν τῆς Βασιλευούσης τῶν Πόλεων.

 

Χαίρει  ἰδιαιτέρως πᾶς  τις  ἐχέφρων  διότι ἡ συντεχνία  ἡ  τοῦ ἁγίου Θεοδώρου ἀποτελεῖται  ἐξ ἀνδρῶν νέων τῇ ἡλικίᾳ, ἐμφορουμένων ἐξ ἀδόλου, ἀνυστεροβούλου καὶ ἀνυποκρίτου ἀγάπης πρὸς τὸν ἱερὸν θεσμὸν τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας. Ἐμπιστευόμεθα τούτους, στοιχοῦντες τῷ ἁγίῳ πρωτοκορυφαίῳ Ἀποστόλῳ Παύλῳ γράφοντι πρὸς Τιμόθεον· «μηδείς σου τῆς νεότητος καταφρονείτω» (Α΄ Τιμ. Δ΄, 12), γινώσκοντες ὅτι τύπος εἰσι τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν Πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ (αὐτόθι). Μιμνησκόμεθα τοῦ λόγου εἰς τὸν πάγκαλον Ἰωσήφ, τὸν φερόμενον ἐπ’ ὀνόματι τοῦ Ἱεροῦ Χρυσοστόμου: «Δύναται καὶ νέος ἀσκὸς οἶνον φέρειν παλαιόν, καὶ βαλάντιον καινὸν μαργαρίτας ἀρχαίους βαστάζειν. Νεαρὰν ὁρᾷς μου τὴν χλόην, ἀλλὰ πολιὸν περιβλέπου τὸ ἦθος· νεωτέραν μου τὴν ὄψιν ἡ φύσις παρέσχετο, πολιὰν δέ μου τὴν καρδίαν ὁ νόμος εἰργάσατο»…

 

Ἀλλὰ  καὶ  διὰ  τὰς  γυναῖκας τὰς  ἀπαρτιζούσας τὴν  συντεχνίαν τὴν  τιμῶσαν  τὴν  ἁγίαν  Εὐφημίαν τὴν πανεύφημον, ἔχει ἵν’ εἰπῃ ὁ αὐτὸς Ἱερὸς Πατὴρ εἰς τὸν λόγον αὐτοῦ εἰς τὴν Σωσάνναν: «Ἀγωνιζέσθω, καὶ διδασκέτω πῶς δεῖ νεωτέρας ἕως θανάτου ὑπὲρ σωφροσύνης ἀγωνίζεσθαι, ἀσκηθεῖσαι εἰς σεμνοῦ βίου τρόπον». Καὶ ὅπως καὶ ἐν ἄλλοις λέγει (Λόγος ΚΗ΄ εἰς τὴν Γένεσιν) «Ἐὰν ἦ (ἡ γυνή) κοσμία καὶ ἐπιεικὴς πολλὴν παρέξει τὴν βοήθειαν» ὡς Δορκὰς ἐκείνη, ἥτις «χιτῶνας καὶ ἱμάτια ἐποίει» ταῖς χήραις καὶ ταῖς ἐν ἀνάγκαις (Πράξεων Θ΄, 39).

 

Ἀμφότεραι αἱ συντεχνίαι αὗται ἔρχονται ἀρωγοὶ ὅσον δύνανται καὶ εἰς ὅ,τι δύνανται εἰς τοὺς ἐν Κωνσταντινουπόλει ὁμογενεῖς, γενόμεναι παράδειγμα πρὸς μίμησιν τοῖς ἔχουσι καὶ μὴ συντρέχουσι, τοῖς δυναμένοις καὶ ἀδιαφοροῦσι.

 

Πιστεύομεν ὅτι τὸ μέλλον ἔσεται ἄμεινον καὶ αἱ εὐλογημέναι  συντεχνίαι τοῦ ἁγίου Θεοδώρου τοῦ Βυζαντίου καὶ τῆς ἁγίας πανευφήμου Εὐφημίας γενήσονται ἀμαλθείας κέρας διὰ τὴν ὁμογένειαν, πάντοτε βεβαίως ὑπὸ τὸ ἀνύστακτον ὄμμα τῆς Α. Θ. Παναγιότητος. Ἔχουσι τὰς πρεσβείας τῶν προστατῶν Ἁγίων οὐκ ἀστοχήσουσι τοῦ σκοποῦ, μᾶλλον δὲ προκόψουσιν ἐπὶ τὰ βελτίω καθ’ ὅτι ἱερὸς ὢν ὁ σκοπός, ἡ ἀπὸ τοῦ ἐν Τριάδι ὑμνουμένου καὶ δοξαζομένου Θεοῦ εὐλογία ὑπάρξει διαψιλὴς καὶ ἀτέρμων.

 

Ετικέτες - Σχετικά Θέματα