Ύμνοι Κοιμήσεως της Θεοτόκου

Τα μουσικά κείμενα περιέχονται στο βιβλίο “Μουσική Κυψέλη Στεφάνου Λαμπαδαρίου, τόμος Β΄”.

Ἀπολυτίκιον. Ἦχος α´.

Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἦχος α´. Αὐτόμελον.

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι Θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς, ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Κοντάκιον.

Ἦχος β´. Αὐτόμελον.

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον καὶ προστασίαις ἀμετάθετον ἐλπίδα τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς μητέρα πρὸς τὴν ζωὴν μετέστησεν ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

Δόξα… Καὶ νῦν… τῶν Αἴνων. Ἦχος πλ. β´.

Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μῆτερ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον· καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν, τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· Χαῖρε κεχαριτωμένη, Παρθένε Μῆτερ ἀνύμφευτε, ὁ Κύριος μετὰ σοῦ. Μεθ᾿ ὧν ὡς Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ψάλλει ο Ιεροψάλτης του Ι.Ν. Αγίου Δημητρίου Λάρισας και Καθηγητής Βυζαντινής Μουσικής, Ιωάννης Βρούζος