Πανήγυρις μικράς αγίας Άννης 22-07-2016 – Δοξαστικό αίνων Αγίων Πατέρων «Τῶν ἁγίων Πατέρων ὁ χορός», πλ. δ΄

Πανήγυρις μικράς αγίας Άννης 22-07-2016 (09-07 π.η.)

Αγίων Διονυσίου και Μητροφάνους (κτίτορες).

π. Φίλιππος (Θωμάδες)

π. Δαμασκηνός (Νέα σκήτη)

π. Βασίλειος (Σπαρμός Ολύμπου)

Αγγελίδης Κωνσταντίνος

Καραγιαννάκης Γεώργιος

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.