H ΘΕΟΛΟΓIΑ ΤΟY AΓIΟΥ ΚΥΡIΛΛΟΥ – ΣΥΝΑΓΩΓH ΕΚΛΕΚΤΩΝ ΠΑΤΕΡΙΚΩΝ ΚΕΙΜEΝΩΝ

 

ΠΕΡΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

 

            ” Μόνη  δὲ παρ’ ἐκείνας ἠ ἁγία Παρθένος χριστοτόκος τε ὁμοῦ καὶ Θεοτόκος νοεῖταί τε καὶ λέγεται. Γεγέννηκε γὰρ οὐ ψιλὸν ἄνθρωπον καθ’ ἡμᾶς, σαρκωθέντα δὲ μᾶλλον καὶ ἐνανθρωπήσαντα τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον” (Ἐπιστολὴ Α’, Πρὸς μοναχοὺς P.G. 77, 21 A)

            ” Ὁμολογοῦμεν τὴν ἁγίαν Παρθένον Θεοτόκον διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν”( Ἔκθεσις πίστεως τῶν Διαλλαγῶν, P.G. 77, 176 D).

            ” Ἔδει γὰρ, ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ περὶ τῆς πίστεως ἀγὼν συγκεκρότηται, διαβεβαιούμενοι ὅτι Θεοτόκος ἐστίν ἡ ἁγία Παρθένος”

(Ἐπιστολὴ 39, P.G. 77, 177 C).

 

Αρχιμ. Κυρίλλου

Ετικέτες - Σχετικά Θέματα