ΕΥΧΗ ΓΙΑ ΤΗΝ ΑΚΡΟΑΣΗ ΤΟΥ ΛΟΓΟΥ ΤΟΥ ΘΕΟΥ

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ φῶς οἰκῶν ἀπρόσιτον, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, ὁ τὸν Σολομῶντα σοφίαν διδάξας καὶ διὰ τῆς ἐπιφοιτήσεως τοῦ Παναγίου Πνεύματος τοὺς ἁλιεῖς κήρυκας τοῦ Εὐαγγελίου διδασκάλους καὶ ἀποστόλους ἀναδείξας. Σύ, Κύριε, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, λάμψον ἐν ταῖς καρδίαις τῶν ἐνταῦθα διδασκόντων καὶ διδασκομένων τὴν ἐπίγνωσιν τῆς σῆς Ἀληθείας καὶ τὸ Φῶς Σου τὸ ἀΐδιον. Δὸς αὐτοῖς πνεῦμα σοφίας, πνεῦμα συνέσεως, φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὸ αὐγάσαι καὶ ποιῆσαι τὸ θέλημά Σου. Υἱοὺς φωτὸς ἀνάδειξον ἡμᾶς, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντας καὶ αὐξανομένους διὰ τῆς ἄνωθεν Σοφίας. Ναί, Δέσποτα, ἀξίωσον ἡμᾶς οὐ μόνον ἀκροατὰς ἀλλὰ καὶ ποιητὰς τοῦ λόγου γενέσθαι, ὅτι ἡ πίστις δι’ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ καὶ μακάριοι οἱ προσέχοντες ὑγιαίνουσι λόγοις τῆς χάριτός Σου. Δὸς ἡμῖν τὴν ἄνωθεν σοφίαν, ἵνα μελετῶμεν τὸν νόμον Σου ἡμέρας καὶ νυκτὸς ὡς γλυκεῖα ἔχοντες τῷ λάρυγγι τὰ λόγιά Σου, ὑπὲρ μέλι τῷ στόματι ἡμῶν. Εἰ δὲ καὶ οὐχ ἱκανοὶ ἐσμεν γνῶναι ἅ ἀναγιγνώσκομεν, ἐξαπόστειλον ἡμῖν διδασκάλους εὐλαβεῖς καὶ κήρυκας ὁσίους παιδαγωγοῦντας ἡμᾶς ἐν φόβῳ Σου καὶ ποιμένας καλοὺς ποιμένοντας θεοφιλῶς τὴν ποίμνην Σου. Ὅτι Σύ εἶ ἡ Ὁδὸς καὶ ἡ Ἀλήθεια καὶ ἡ Ζωή, ὁ ἔχων ρήματα ζωῆς αἰωνίου καὶ Σοὶ τὴν δὸξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

΄΄ΑΠΑΝΤΑ ΟΡΘΟΔΟΞΙΑΣ΄΄

Ετικέτες - Σχετικά Θέματα